Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.44 Joseph. AJ 16.49 (English) >>Joseph. AJ 16.55

16.47ταῦτʼ οὖν ἀξιοῦμεν, μέγιστε Ἀγρίππα, μὴ κακῶς πάσχειν μηδʼ ἐπηρεάζεσθαι μηδὲ κωλύεσθαι τοῖς ἔθεσι χρῆσθαι τοῖς ἡμετέροις μηδʼ ἀφαιρεῖσθαι τῶν ὄντων μηδʼ μὴ βιαζόμεθα τούτους ὑπὸ τούτων βιάζεσθαι· καὶ γὰρ οὐ δίκαια μόνον ἐστίν, ἀλλὰ καὶ ὑφʼ ὑμῶν δεδομένα πρότερον. 16.48ἔτι καὶ δυναίμεθʼ ἂν πολλὰ δόγματα τῆς συγκλήτου καὶ τὰς ἐν τῷ Καπετωλίῳ κειμένας δέλτους ὑπὲρ τούτων ἀναγινώσκειν, δῆλον μὲν ὡς μετὰ πεῖραν τῆς ἡμετέρας εἰς ὑμᾶς πίστεως ἐδόθη, κύρια δὲ κἂν εἰ μηδενὸς ὕπαρξιν ἐχαρίσασθε. 16.49σχεδὸν γὰρ οὐ μόνοις ἡμῖν ἀλλὰ πᾶσιν ἀνθρώποις τὰ μὲν ὄντα φυλάξαντες, μείζω δὲ τῶν ἐλπισθέντων προσθέντες εὐεργετεῖτε τῷ κρατεῖν, καὶ δύναιτʼ ἄν τις ἐπεξιὼν τὰς ἑκάστων εὐτυχίας, ἃς διʼ ὑμῶν ἔχουσιν, ἀπερίληπτον ποιῆσαι τὸν λόγον. 16.50ἵνα μέντοι καὶ δικαίως ἁπάντων αὐτῶν τυγχάνοντας ἑαυτοὺς ἐπιδείξωμεν, ἀρκεῖ πρὸς παρρησίαν ἡμῖν τὰ πρότερον σιωπήσασιν τὸν βασιλεύοντα νῦν ἡμῶν καὶ σοὶ παρακαθεζόμενον εἰπεῖν. 16.51 ποία μὲν εὔνοια πρὸς τὸν ὑμέτερον οἶκον παραλέλειπται; ποία δὲ πίστις ἐνδεής ἐστιν; τίς δὲ οὐ νενόηται τιμή; ποία δὲ χρεία μὴ εἰς πρῶτον ὁρᾷ; τί δὴ κωλύει καὶ τὰς ἡμετέρας χάριτας τῶν εἰς τοσούτων εὐεργεσιῶν ἀριθμὸν εἶναι; 16.52καλὸν δʼ ἴσως μηδὲ τὴν τοῦ πατρὸς Ἀντιπάτρου παραλιπεῖν ἀνδραγαθίαν ἀμνημόνευτον, ὃς εἰς Αἴγυπτον εἰσβεβληκότος Καίσαρος δισχιλίοις ὁπλίταις βοηθήσας οὔτʼ ἐν τοῖς κατὰ γῆν ἀγῶσιν οὔθʼ ὅτε νεῶν ἔδει δεύτερος ἐξητάζετο.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.44 Joseph. AJ 16.49 (English) >>Joseph. AJ 16.55

Powered by PhiloLogic